Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.262
Not analysed yet
498. Θέσπιαν] ἐκτετάσθαι φασὶ διὰ τὸ μέτρον· τὸ γὰρ τῆς ἱστορίας ἐν συστολῇ τέ ἐστι πληθυντικῶς τε λεγόμενον. ἴσως οὖν ὅλον ποιητικόν ἐστιν· σύνηθες γὰρ αὐτῷ πολλάκις τὰ πληθυντικῶς λεγόμενα καὶ ἑνικῶς προφέρεσθαι, “καὶ εὐρυάγυιαν Ἀθήνην” (Od. 7, 80), “πολυχρύσοιο Μυκήνης” (Il. 7,180), καὶ ἐκ τοῦ ἐναντίου τὰ ἑνικὰ πληθυντικῶς· “ἐκ μὲν Κρητάων γένος εὔχομαι” (Od. 14,199). ταῦτα ἐν τῇ προσῳδίᾳ ὁ Ἡρωδιανός. ἐν μέντοι τῷ ιά τῆς καθολικῆς προσῳδίας ἐν τοῖς προπαροξυτόνοις καὶ ἔχουσι πρὸ τέλους τὴν ει δίφθογγον αὐτὸ καταριθμεῖ, καὶ τοῦτο αὐτὸ τὸ Ὁμηρικὸν παρατίθησι, καὶ ἀλλαχοῦ λέγει τὴν ει ἔχειν αὐτὸ φανερῶς, καὶ ἐπιφέρει ὅτι καὶ Θεσπιά ὀξυτόνως λέγεται.