Ancient Greek
1.263 to 1.268
Scholia in Homerum, Scholia in Iliadum 1.263-268
Not analysed yet
499. Ὕλην] ὅτι νῦν μὲν ἐκτεταμένως Ὕλην εἴρηκεν, ἐν ἄλλοις δὲ συνεσταλμένως “Ὕλῃ ἔνι οἰκία ναίων” (Il. 7, 221). νῦν δὲ καλοῦν- ται Ὕλαι πληθυντικῶς. 502. Θίσβην] ὅτι Ζηνόδοτος γράφει Μέσσην. ἔστι δὲ ἡ Μέσση τῆς Λακωνικῆς, ἣν ἐν ἄλλοις Μεσσήνην καλεῖ. 507. ὅτι Ζηνόδοτος γράφει Ἄσκρην ἔχον. οὐ δύναται δὲ πολυ- στάφυλος ἡ Ἄσκρη λέγεσθαι. ἀξιοπιστότερος γάρ ἐστιν Ἡσίοδος λέγων “Ἄσκρῃ χεῖμα κακῇ, θέρει ἀργαλέῃ” (O. 638)· ὥστε οὐδὲ πολύκαρπος λέγοιτο ἄν. 511. Ὀρχομενὸν Μινύειον] ἡ διπλῆ ὅτι καὶ ἕτερος Ὀρχομενός ἐστιν Ἀρκαδικός. ἀλλʼ ὁ μὲν Βοιωτιακὸς Μινύειος καλεῖται, ὁ δὲ Ἀρκαδικὸς πολύμηλος· καὶ τοῖς ἐπιθέτοις διαστέλλεται ἡ ὁμωνυμία. 514. ὑπερώϊον εἰς ἀναβᾶσα] εἰς τὸ δίστεγον ἀνελθοῦσα· οἱ γὰρ ἀρχαῖοι ταῖς γυναιξὶν ὑπερωΐους τοὺς θαλάμους κατεσκεύαζον ὑπὲρ τοῦ δυσεντεύκτους αὐτὰς εἶναι. τὴν εἴς πρόθεσιν χωριστέον τοῦ ἀναβᾶσα· ἀναστροφὴ γὰρ, εἰς ὑπερώιον ἀναβᾶσα. τὸ δὲ διάστημα οὐ πάνυ τι αἰσθητόν. 516. τῶν δέ] κατὰ δοτικὴν τοῖς δέ αἱ Ἀριστάρχου. καὶ ἔστιν ὅμοιον τῷ “τοῖσι δʼ ἅμʼ ὀγδώκοντα (568). καὶ τὸ ἑνικὸν “τῷ δʼ ἄμα τεσσαράκοντα (534).