Ancient Greek
1.264 to 1.271
Scholia in Homerum, Scholia in Iliadum 1.264-271
Not analysed yet
891. αἰεὶ γάρ τοι] ὅτι ἐντεῦθεν μετενήνεκται ἐν τῇ πρώτῃ ῥαψῳδίᾳ (177) ἐπὶ τὸ ν πρὸς᾿ Ἀχιλλέα ὑπὸ Ἀγαμέμνονος λόγον. 892. ἡ διπλῆ, ὅτι σαφῶς Ἥρας ὁ Ἄρης, οὐκ Ἐνυοῦς, ὥς τινες. 893. *σπουδῇ] ὅτι μετὰ σπουδῆς καὶ κακοπαθείας. 898. ἐνέρτερος] ὅτι Ζηνόδοτος γράφει ἐνέρτατος. οὐ δεῖ δέ· ἡ γὰρ σύγκρισίς ἐστι πρὸς τοὺς Τιτᾶνας ἀνομοιογενεῖς καὶ ἐν ἑνὶ κατηγ- μένους τόπῳ· τούτων οὖν ἐνέρτερος ὁ μὴ κατὰ γένος ὢν ἐξ αὐτῶν. Παιήονʼ] ἡ διπλῆ, ὅτι ἰατρὸν τῶν θεῶν ἕτερον παρὰ τὸν Ἀπόλλωνα παραδίδωσι τοῦτον. 901. *ἐν ἄλλῳ ὁ στίχος οὗτος οὐχ εὕρηται. 905. τὸν δʼ Ἥβη λοῦσεν] ἡ διπλῆ, ὅτι παρθενικὸν τὸ λούειν. οὐκ οἶδεν ἄρα ὑφʼ Ἡροκλέους αὐτὴν γεγαμημένην, ὡς ἐν τοῖς ἠθετημέ νοις ἐν Ὀδυσσείᾳ (11, 600). 906. ὅτι οὐ δεόντως ἐκ τοῦ περὶ Βριάρεω λόγου (Il. 1, 405) ἐνθάδε μετάκειται ὁ στίχοςʼ οὐ γὰρ καὶ κύδους ἄξιον πέπρακται αὐτῷ· καὶ ὅτι ἄτοπον ἐπὶ τῷ κύδει γαυριᾶν τὸν ὑπὸ θνητοῦ ἡττη- μένον. 909. *Ἄρην] οὕτως Ἡρωδιανός φησι μετὰ τοῦ ν Ἄρην. Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ τῶν Νικάνορος περὶ στιγμῆς.