Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ζ.
Scholia in Homerum, Scholia in Iliadum 1.1-6
Not analysed yet
1. Τρώων] ἡ Τροία τὰ μὲν θαλάσσια πρὸς Ἑλλήσποντον ἔχει, τὰ δὲ βόρεια πρὸς Ζέλειαν, τὰ δὲ ὑποκείμενα πρὸς Φρυγίαν, τὰ δὲ μεσημβρινὰ πρὸς Λυδίαν. ὡς φιλέλλην δὲ ἀπάγει τοὺς θεοὺς, καὶ ἐξέτασιν ἀμφοτέρων ποιεῖ. ἐμονώθη δὲ ἡ μάχη τῆς τῶν θεῶν συμ- μαχίας οὕτως· Ἥρα μὲν γὰρ καὶ Ἀθηνᾶ εἰς τὸν Ὄλυμπον ἀπίασιν, Ἀπόλλων δὲ εἰς Πέργαμον· ὁ δὲ Ἄρης καὶ ἡ Ἀφροδίτη τέτρωνται ὑπὸ Διομήδους.