Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Λ.
Scholia in Homerum, Scholia in Iliadum 1.265
Not analysed yet
632. δέπας περικαλλές] τὴν κατασκευὴν τοῦ ποτηρίου Ἀρίσταρ- χος τοιαύτην εἶναί φησι. πρῶτον μὲν περίμηκες αὐτὸ εἶναι, καὶ δύο πυθμένας ἔχειν, οὐχ ἕτερον ἐξ ἑτέρου, ὥς τινες, ἀλλʼ ἑκατέρωθεν τῶν τεσσάρων ὤτων οὐκ ἐξ ἴσου τὰ διαστήματα εἶναι, ἵνα μὴ κατὰ πόσιν ἐναντίον τοῦ στόματος λαμβάνηται, ἀλλʼ ἑκατέρωθεν τοῦ ποτηρίου δύο καὶ δύο. τούτων δὲ ἅπτεσθαι μακρὰν πελειάδα μίαν ἑκατέρωθεν· ἀντεστραμμέναι δέ εἰσιν αὑταῖς, ἀνὰ μέσον δὲ αὐτῶν δύο· κατὰ γὰρ ἕκαστον τῶν ἄτων τοσαύτας φησίν· εἶναι γὰρ ώσεὶ φιάλην κοίλην, ὥστε ταῖς δύο χερσὶν ὑπολαμβάνοντας τῶν ὤτων προσλαμβάνεσθαι. *ὅτι ἀντὶ τοῦ ἤγαγεν κατὰ μεταφορὰν ἀπὸ τῶν ἐμψύχων.