Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.267
Not analysed yet
449. οὐλοχύτας] τινὲς τὰ κανᾶ δι᾿ ὧν ἐπέχεον τὰς οὐλάς. καὶ κριθαὶ δὲ πρὸς ἀντιδιαστολὴν τῶν ψαιστῶν· πρὸ τῶν πυρῶν γὰρ εὕρηνται, καὶ ἀπὸ τοῦ προκριθῆναι τῶν βαλάνων οὕτως ὠνομάσθησαν. κριθὰς δὲ μετὰ ἁλῶν μεμιγμένας ἐπέχεον τοῖς ἱερουργουμένοις ζώοις πρὸ τοῦ θύεσθαι, ἤτοι πολυπληθείας χάριν, ἢ μνήμην ποιούμενοι τῆς ἀρχαίας βρώσεως· ὡς γάρ φησι Θεόφραστος ἐν τῷ περὶ εὑρημά- των, πρὶν ἢ μάθωσιν οἱ ἄνθρωποι ἀλεῖν τὸν Δημητριακὸν καρπὸν, οὕτω σώας αὐτὰς ἤσθιον. ὅθεν ὅλας αὐτάς φησιν ὁ ποιητής.