Ancient Greek
1.268 to 1.271
Scholia in Homerum, Scholia in Iliadum 1.268-271
Not analysed yet
451. *κλῦθί μευ] τὸ μευ διὰ τοῦ ευ κατὰ γενικὴν πτῶσιν. 454. *ὅτι κατὰ τὴν Πατρόκλου ἔξοδον (ΙΙ. 16, 237) οὐκ ὀρθῶς λέγεται, ἐντεῦθεν μετενεχθείς. 459. αὐέρυσαν] εἰς τοὐπίσω ἀνέκλων τὸν τράχηλον τοῦ θυομένου ἱερείου, ὡς προσέχειν εἰς οὐρανὸν τοῖς θεοῖς οἷς καὶ ἐθύοντο, ὡς καὶ αὐτῶν ὄντων ἐν οὐρανῷ. πάλιν δὲ τοῖς ἥρωσιν, ὡς κατοιχομένοις, ἔντομα ἔθυον ἀποβλέποντες κάτω εἰς γῆν. 461. ὠμοθέτησαν] ἀπὸ τῶν ὠμῶν ἱερείων ἀπαρξάμενοι ἔκοψαν μικρὸν ἀπὸ παντὸς μέλους, καὶ ἐπέθηκαν ἐπὶ τὰ μηρία, ὡς δοκεῖν ὅλα τὰ μέλη τοῦ ἱερείου καρποῦσθαι· διὸ ἡ διπλῆ.