Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ι.
Scholia in Homerum, Scholia in Iliadum 1.267-2
Not analysed yet
529. Κουρῆτες οἱ ἐν Πλευρῶνι οἰκοῦντες, πόλει τῆς Αἰτωλίας. ὠνομάσθησαν δὲ οὕτως παρὰ τὸ μὴ κείρεσθαι τὰς κάρας. Κουρῆτες] οὕτως ἀνεγνώσθη ὡς ἀβλῆτες, πρὸς διαστολὴν τοῦ κούρητες Ἀχαιῶν (Il. 19, 248). οὐκ ἐχοῆν δὲ, καθότι οὐ φιλεῖ τὰ εἰς ης λήγοντα ἐθνικὰ ὑπὲρ μίαν συλλαβὴν ὀξύνεσθαι. ἐλέγχεται δὲ καὶ ἡ κλίσις τοῦ κουρῆτες ἐν τῇ κλίσει τῶν ὀνομάτων. τῆς μέσης συλλαβῆς περισπωμένης οἱ τὴν Πλευρῶνα κατοικοῦν- τες· “Κουρῆτές τʼ ἐμάχοντο·” τῆς δʼ αὐτῆς συλλαβῆς βαρυτονου- μένης οἱ νεανίαι· “ἄμα δʼ ἄλλοις ἦσαν κούρητες Ἀχαιῶν.” Αἰτωλοὶ οἱ Καλυδώνιοι, ἐπεὶκαὶοί Κουρῆτες Αἰτωλοὶὑπῆρχον, έμφυυ- λίου ὄντος τοῦ πολέμου. ἡ οὖν Καλυδὼν πρώτη πόλις τῆς Αἰτωλίας.