Ancient Greek
1.261 to 1.266
Scholia in Homerum, Scholia in Iliadum 1.261-2-266
Not analysed yet
520. ὅτι οὐ συμπεριλαμβάνει ἑαυτὸν ὁ Φοῖνιξ, ὡς ἂν μηδὲ χώραν ἔχων πρεσβευτοῦ. 522. μὴ ἀποδοκιμάσῃς, μηδὲ ἀποδείξῃς ἀσθενεῖς αὐτοὺς ἐν τοῖς λόγοις, καὶ μὴ ποιήσῃς ἐπονειδίστους αὐτοὺς ὡς μὴ πείσαντας. 523. *μηδὲ πόδας] μηδὲ τὴν ἐνθάδε ἄφιξιν. πρὶν δʼ οὔτι νεμεσσητόν] ἐπὶ δὲ τῆς προτέρας ὀργῆς οὐ μέμψεως ἄξιος. 526. δωρητοί τε πέλονται παραρρητοί τε] ὡς παραμυθητοὶ καὶ νοητοὶ, κατʼ ὀξεῖαν τάσιν. 527. *ὅτι τὸ νέον νεωστί. 528. τὸ ὡς ἦν δύναται καὶ τοῖς ἄνω καὶ τοῖς ἑξῆς συνάπτεσθαι. ἐὰν δὲ τοῖς ἄνω συνάπτηται, ἔσται, μέμνημαι ὡς ἦν· ἐὰν δὲ τοῖς ἐξῆς, ἔσται ὑπερβατὸν, ὡς δὲ ἦν, ἐν ὑμῖν ἐρῶ. ὅτι ἠθικῶς καθʼ ὑπεξαίρεσιν λέγει ἐν δʼ ὑμῖν ἐρέω πάντεσσι φίλοισιν, οἷον οὐδεὶς ξένος πάρεστι, διὰ τὸ κατʼ Ἀχιλλέως παρα- δείγματι χρῆσθαι τῷ κατὰ τὸν Μελέαγρον.