Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Λ.
Scholia in Homerum, Scholia in Iliadum 1.268-3
Not analysed yet
636. ἄλλος] ὁ Ἀσκαλωνίτης ψιλοῖ, καί φησιν ὅτι ἐπὶ τοῦ γέροντος κεῖται· ἄλλος μὲν γὰρ ἄν τις αὐτὸ μόγις ἐκίνησε γέρων, Νέστωρ δʼ ὁ γέρων ἀμογητὶ ἄειρεν. πολὺ πρότερον δὲ οὕτως καὶ Ἀρίσταρχοε. τινὲς δὲ βούλονται δασύνειν τὸ ὰ καὶ ἐκτείνειν, ἴνʼ ἦ ὁ ἄλλος μὲν μογέων, τουτέστιν ὁ Μαχάων. ἡμεῖς δὲ ἐκεῖνο παραφυλάξαι ἔχομεν, ὡς ὅτι παρὰ τῷ ποιητῇ οὐ δύναται ἡ τοιαύτη κρᾶσις εἶναι· εἷ γὰρ καὶ κρᾶσιν ἠβούλοντο, παραλαμβάνειν ἐχρῆν εἰς τὸ 9, ὁμοίως τῷ “οἴχετʼ ἀνὴρ ῶριστοςʼ (288). εἰσὶ δὲ οἳ διέστειλαν ἀλλʼ ὅς, τὸ ὅς δασύνοντες, ἀλλʼ ὃς μὲν μογέων, ἵνα τὸ αὐτὸ ὑπάρχ) νοητόν· ἐπὶ γὰρ τοῦ Μαχάονος πάλιν βούλονται τὴν διαστολὴν λαμβάνειν. ἡμεῖς δὲ συγκατατιθέμεθα τῷ Ἀριστάρχῳ ψιλοῦντι, ἐπεὶ βούλεται ὁ ποιητὴς καὶ διὰ τούτου τὸ εὔρωστον τοῦ γέροντος παριστάνειν. πρὸς τὸ ζητούμενον, πῶς ὁ γέρων ἀμογητὶ, οἱ δὲ ἄλλοι μετὰ κακοπαθείας. -οὐ δέ’ δὲ οὕτε δασύνειν τὴν προφορὰν οὕτε ἐπαίρειν τὴν προσῳδίαν, ἀλλὰ νοεῖν ὅτι καὶ τοῦτο τῶν ἐπαίνων λεγομένων έέστορός ἐστι, καθάπερ καὶ τὸ “Νέστωρ δὲ πρῶτος κτύπον ἄῖε φώνησέν τε” (Il. 10, 532).