Ancient Greek
1.269 to 1.274
Scholia in Homerum, Scholia in Iliadum 1.269-3-274
Not analysed yet
639. οἴνῳ Πραμνείῳ] ἤτοι τῷ πραύνοντι τὰς φρένας, ἢ παλαιῷ, ἀπὸ τοῦ παραμεμενηκέναι· ἢ ἀπὸ εἴδους ἀμπέλου οὕτω καλουμένης. οἱ δὲ τὸν ἀπὸ τῶν ἀναδενδράδων εἶπον· πρέμνον γὰρ τὴν ὕφεσιν καλοῦσιν. ἄλλοι δὲ ἀπὸ Πράμνης εἶπον· ράμνη δὲ ὄρος ἐν τῇ Καρίᾳ οἰνοφόρον. 639. ἐπὶ δʼ αὅγειον κνῆ τυρὸν κνήστι χαλκείῃ] ἔκοπτε δὲ καὶ τυρὸν κνήστει χαλκείῳ, τουτέστι μαχαιρίῳ τυροτόμρ. 640. *γράφεται λευκὰ πάλυνε. 641. τὸ κυκειῶ περισπαστέον· τοῦ γὰρ κυκεῶνά ἐστιν ἀποκοπὴ, καὶ ἐπλεόνασε τὸ ῑ. κυκειὼν δέ ἐστι πολυμιγὲς ποτόν. 650. *ἄγεις] ὅτι ἀντὶ τοῦ ἤγαγες. ἤλλακται δὲ ὁ χρόνος. 652. *πάλιν ἄγγελος εἶμʼ Ἀχιλῆϊ] τινὲς ὑφʼ ἓν παλινάγ- γελος, οὐκ εὖ. κατʼ ἰδίαν τὸ πάλιν. οὕτως Ἀρίσταρχος καὶ Ἀλεξίων καὶ ὁ Ἀσκαλωνίτης· οὕτως δὲ ἔχει καὶ τὰ τῆς ἀναγνώσεως. πρὸς γὰρ τὸ ῥῆμα ἡ σύνταξις ἐγένετο, πάλιν εἶμʼ ἄγγελος.