Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.269
Not analysed yet
517. Φωκήων] τὰ τοιαῦτα διχῶς ἐν ταῖς Ἀριστάρχου εὑρίσκομεν, καὶ διὰ τοῦ ει Φωκείων, καὶ διὰ τοῦ Φωκήων. τοὺς δὲ Φωκεῖς οἱ μὲν ἀπὸ Φώκου τοῦ Ψαμάθης καὶ Αἰακοῦ, οἱ δὲ τοῦ Ποσειδῶνος καὶ Προνόης τῆς Ἀσωποῦ. ὅτι καὶ ἕτερος Σχεδίος ἐστὶ Φωκεὺς, τῶν ἐπὶ μέρους ἡγεμὼν, καὶ ἀμφότεροι ὑφʼ Ἕκτορος ἀναιροῦνται· “ἔνθ᾿ Ἕκτωρ μὲν ἕλε Σχεδίον ἀρχὸν Φωκήων (Il. 15,515). ἡ δὲ ἀναφορὰ πρὸς τὰ περὶ Πυλαιμένους.