Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.271
Not analysed yet
519. ὠνομάσθη Κυπάρισσος ἀπὸ Κυπαρίσσου τοῦ Ὀρχομενοῦ ἀδελφοῦ, ἢ ἀπὸ τῶν ἐν αὐτῇ φυομένων κυπαρίσσων. ὁμωνύμως δὲ τῷ δένδρῳ ἀνεγνώσθη. Πυθῶνα] καὶ αὕτη πόλις Φωκίδος. τὸ πρότερον δὲ ἐκαλεῖτο Παρ- νασσία νάπη ὡς ἀπὸ τοῦ παρακειμένου ὄρους, ἔπειτα Πυθὼν, ὕστερον δὲ Δελφοί· καὶ Πυθὼ μὲν, ἐπεὶ κατεσάπη αὐτόθι ὁ δράκων ὁ τὸ μαντεῖον πρότερον φυλάττων, ὃν ἀπέκτεινε τοξεύσας ὁ Ἀπόλλων· πύθεσθαι γὰρ τὸ σήπεσθαι, ὡς τὸ “σέο δʼ ὀστέα πύσει ἄρουρα” (Il. 4, 174). ὡς ἔνιοί φασι, διὰ τὸ παραγινομένους αὐτόθι πυνθάνεσθαι τοὺς ἀνθρώπους περὶ ὧν ἐθέλουσιν.