Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.272-2
Not analysed yet
520. Κρῖσαν] Κρῖσα πεδίον ἐν Λοκρίδι ἢ ὡς οἱ πλείονές φασιν ἐν Δελφοῖς, ὀνομασθὲν ἀπὸ Κρίσου τοῦ Τυράννου καὶ Ἀστεροδείας τῆς Δηιονέως. Δαυλὶς δὲ πόλις Φωκίδος, ἀπὸ Δαυλιέως ὀνομασθεῖσα τοῦ τυράννου καὶ Χρηστώνης, ἢ διὰ τὸ σύμφυτον· δαυλὸν γὰρ τὸ δασὺ ἔλεγον οἱ ἀρχαῖοι. Πανοπῆα] πόλις Φωκίδος, ῥηθεῖσα ἀπὸ Πανοπέως τοῦ Φώκου. ὅτι Ζηνόδοτος γράφει καὶ Πανοπτέων, ἄμετρον ποιῶν τὸν στίχον καὶ οὐ καθʼ Ὁμηρον σχηματίζων τὸ ὄνομα. ἔστι γὰρ Πανοπεύς ὡς Ἀχιλλεύς· “ὃς ἐν κλειτῷ Πανοπῆϊ” (Il. 17, 307).