Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ι.
Scholia in Homerum, Scholia in Iliadum 1.271-2
Not analysed yet
539. ἐπὶ] οἱ μὲν ἀναστρέφουσιν, ἵνʼ ᾖ ἐπῶρσεν· οἱ δὲ ἐκδεξάμενοι χλούνην τὴν χλόην ἐνέκλιναν, ἵνα γένηται τὸ ἑξῆς ἐπὶ τὴν χλούνην. χλούνην] οἱ μὲν τὸν ἐντομίαν· κνώμενοι γὰρ πρὸς τὰ φυτὰ τρίβον- ται καὶ ἀγριώτεροι γίνονται. οἱ δὲ τὸν ἐν χλόῃ διάγοντα· τὸν γὰρ οἰκοτραφῆ σίαλον φησιν· οἱ δὲ τὸν εἰς γῆν καταβάλλοιφα τὰ φυτά. ἄλλοι δὲ τὸν ἐπὶ χλούνῃ), χωρίῳ οὕτω καλουμένῳ, ἐνδιατρίβοντα.