Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ι.
Scholia in Homerum, Scholia in Iliadum 1.272-3
Not analysed yet
540. ἔρδεσκεν] Ἀμμώνιος ἐν τῷ περὶ τῶν ὑπὸ Πλάτωνος μετενη- νεγμένων ἐξ Ὁμήρου διὰ τοῦ ζ προφέρεται, ἔρεζεν. ἔθων δὲ εἰθισμένος τοῖς τόποις διατρίβειν. οἰκεία δὲ τιμωρία τῷ περὶ καρποὺς ἡμαρ- τηκότι. *ὅνι οἱ γλωσσογράφοι τὸ ἔθων ἀποδιδόασι βλάπτων. ἔστι δὲ ἐξ ἔθους ἐπιφοιτῶν. ψιλῶς τὸ ἔθων, καθότι ἐδιδασκόμεθα καὶ ἐκ τῆς συναλοιφῆς “ἥ ἡ μάλιστʼ εἴωθε” (Il. 5, 766). καὶ ἄλλως τὸ ε πρὸ τοῦ θ οὐ δασύνεται, εἰ μὴ εἴη ἀντωνυμικὸν ἐξ ἀποβολῆς τοῦ σ, σέθεν ἔθεν. τὴν γὰρ ὑπό τινων φερομένην ἔδων παραιτητέον.