Ancient Greek
1.273 to 1.275
Scholia in Homerum, Scholia in Iliadum 1.273-3-275
Not analysed yet
541. *προθέλυμνα] ὅτι ἄλλα ἐπʼ ἄλλοις· ἔνιοι δὲ πρόρριζα. 542. ὅτι μῆλα πάντα τὰ ἀκρόδρυα ἔλεγον οἱ παλαιοὶ, οὐχ ὡς ἡμεῖς εἰδικῶς· καὶ ὅτι εἴωθεν ἡ σύν πρόθεσις ἐλλείπειν. 546. πυρῆς ἐπέβησ’] ἀντὶ τοῦ ἀποκτείνας καυθῆναι ἐποίησεν. ὅτι ἐκ τοῦ παρακολουθοῦντος σημαίνει ἀνεῖλεν. καὶ ὅτι διὰ πυρὸς ἔθαπτον.