Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.274
Not analysed yet
467. πόνου] ὅτι πόνον τὸ ἐπὶ τῆς ἱερουργίας ἔργον οὐδέποτε δὲ τὴν ἀλγηδόνα πόνον εἴρηκεν. τετύκοντο] τεύχω ἔτυχον ἐτυχόμην ἐτύχοντο· ποιητικὸς ἢ Ἰωνικὸς διπλασιασμὸς οἰκεῖος τοῖς δευτέροις ἀορίστοις μετὰ τροπῆς, καὶ γίνεται τετύκοντο, ὡς παρὰ τὸ χάζω κεχάδοντο· “κεχάροντο δὲ πάντες Ἀχαιοί” (Od. 4, 344). ἐξ ἔρον ἕντο] τὸ μὲν ἔρον ὡς Αἰολικὸν ψιλωτέον, ἢ καθὸ τὸ ε καὶ α πρὸ τοῦ ρ φωνήεντος ἐπιφερομένου ψιλοῦται. τὸ δὲ ἕντο δασέως· ἔστι γὰρ παρὰ τὸ ἵημι, δεύτερος ἀόριστος ἧν, καὶ εἵς ἡ μετοχὴ καὶ ἀφείς, ἕμαι, ἕμην ἕσο ἕτο ἕντο. ταῦτα δὲ καὶ πλεονάζουσι τῷ ι πολλαχοῦ.