Ancient Greek
1.275 to 1.278
Scholia in Homerum, Scholia in Iliadum 1.275-278
Not analysed yet
470. κοῦροι μὲν κρητῆρας] ἀρχαῖον ἔθος οἰνοχοεῖν τοὺς νέους· διὸ καὶ παῖδας μέχρι τοῦ νῦν τοὺς δούλους φαμέν· καὶ Γανυμήδης καὶ Ἥβη ὑπηρέται θεῶν εἰσίν. *ἐπεστέψαντο ποτοῖο] ὑπὲρ τὸ χεῖλος ἐπλήρωσαν, ὡς δοκεῖν ἐστέ- φθαι τῷ ὑγρῷ. 472. οἱ δὲ πανημέριοι] ὅτι οὐ δι᾿ ὅλης φησὶ τῆς ἡμέρας, ἀλλὰ τοῦ λείποντος τῆς ἡμέρας· καὶ γὰρ τὸ μὲν πεπλεύκασι, τὸ δὲ λεῖπον εὐωχήθησαν. 473. καλὸν ἀείδοντες παιήονα] ὅτι παιήονα οὐ τὸν Ἀπόλλωνα, ἀλλὰ τὸν ἐπὶ καταλύσει λοιμοῦ ὕμνον. καὶ τὸ καλόν ἀντὶ τοῦ καλῶς. 474. ἀθετεῖται, ὅτι νομίσας τις τὸν Ἀπόλλωνα Παιήονα εἰρῆσθαι προσέθηκεν αὐτόν. καὶ γίνεται δισσολογία· προείρηκε γὰρ “οἱ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο.” ἀπὸ δὲ τοῦ εἰπεῖν τὸν ποιητὴν τὸ “ὁ δὲ φρένα τέρπετ᾿ ἀκούων” διδάσκει ἡμᾶς ὅτι πλέον τῶν θυσιῶν τέρπονται οἱ θεοὶ τοῖς οἰκείοις ἕκαστος ὕμνοις.