Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Λ.
Scholia in Homerum, Scholia in Iliadum 1.275-2
Not analysed yet
657. συναπτέον τῷ ἐπάνω στίχῳ. ἴσως δʼ ἄν τις ἀφʼ ἑτέρας ἀρχῆς ἀναγινώσκοι, θαυμαστικὸν ποιῶν τὸν λόγον. διασταλτέον ἤτοι ἐπὶ τὸ οἶδε ἢ ἐπὶ τὸ πένθεος· ἔχει γὰρ ἀμφό- τερα λόγον. εἰ μὲν οὖν συνάπτοιτο τοῖς ἄνω τὸ πένθεος, λείπει ἡ περί, ὡς “Ἕκτωρ χωόμενος Σαρπηδόνος” (Il. 16, 553). εἰ δὲ τοῖς ἑξῆς, σχῆμα ἔσται, ὅσσον πένθος· Ἀττικὴ δὲ ἡ χρῆσις καὶ ἀρχαία.