Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.276
Not analysed yet
527. Λοκρῶν] Λοκρῶν νῦν μέμνηται. τῶν Ἐπικνημιδίων καλου- μένων· οὗτοι γὰρ ἀντικρὺ τῆς Εὐβοίας τὴν οἴκησιν πεποίηνται, οἱ ὑπὸ τῷ Αἴαντι ὄντες. εἰσὶ δὲ καὶ ἕτεροι Λοκροὶ, ἐπικαλούμενοι Ὀζόλαι, περὶ τὴν Αἰτωλίαν ἐπὶ τῆς ἑτέρας πλευρᾶς οἰκοῦντες κατὰ τὸ Κρισαῖον πεδίον, κεκλημένοι οὕτως ἀπὸ τοῦ αὐτόθι ῥέοντος Ὄζοντος ποταμοῦ, ὃν ἐποίησαν δυσώδη οἱ ἰχῶρες τοῦ Κενταύρου τοῦ ὑπὸ Ἡρακλέους τρωθέντος, ὁπηνίκα διάγων Δηιάνειραν τὴν Οἰνέως κατὰ τὸν Εὐηνὸν ποταμὸν ἐπεχείρει βιάζεσθαι. ἢ ὅτι εἰσὶν αἰγονόμοι, καὶ τὰς δορὰς τῶν βοσκημάτων δυσώδεις οὔσας καὶ ἀβυρσεύτους ἀμφιέννυνται. τούτων δὲ ἄποικοί εἰσιν ἕτεροι Λοκροὶ, οἱ ἐπιζεφύροιι καλούμενοι διὰ τὸ ἐπὶ Ζεφυρίῳ ὄρει τῆς Ἰταλίας παροικεῖν. Ὀϊλῆος] ἡ διπλῆ, ὅτι τινὲς τῶν νεωτέρων ἀνέγνωσαν χωρὶς τοῦ ο, ὡς ἄρθρου ὄντος, εἶτα Ἰλῆος. ὁ δὲ Ὅμηρος σὺν τῷ ο λέγει τὸν Ὀϊλῆα. τὸ δὲ ἑξῆς ἐστὶ Λοκρῶν οἳ Κῦνον· τὰ δὲ λοιπὰ διὰ μέσου, ὧν ἡ διόρθωσις προείρηται.