Ancient Greek
1.273 to 1.275
Scholia in Homerum, Scholia in Iliadum 1.273-2-275
Not analysed yet
521. Ἀνεμώρειαν] αὕτη μεταξὺ κεῖται Φωκίδος καὶ Δελφῶν, ἐφʼ ὑψηλοῦ τόπου, ὅθεν καὶ οὕτως ὠνομάσθη παρὰ τὸ καταπνεῖσθαι αὐτὴν σφοδρῶς. Ὑάμπολιν] οὕτως ἀνεγνώσθη ὡς φιλόπολις· ἒν γάρ ἐστιν. ἱστο- ροῦσι δὲ τοὺς ἐγχωρίους καὶ σὺν τῷ σ λέγειν Ὑσάμπολιν. 522. οἵ τʼ ἄρα πὰρ ποταμὸν Κηφισόν] οὗτοι Επικηφίσιοι λέ- γονται, ὑπὸ δέ τινων παραποτάμιοι. ὁ δὲ Κηφισὸς ποταμός ἐστι τῆς Φωκίδος, ἔχων τὰς πηγὰς ἐκ Λιλαίας, ὥς φησιν Ἡσίοδος “ὅστε Λιλαίῃσι προΐει καλλίρροον ὕδωρ.” 523. πηγῆς ἔπι] Πτολεμαῖος ἀναστρέφει καὶ Πάμφιλος. Ἀλε- ξίων συντάσσει τῇ γενικῇ τὴν πρόθεσιν, καὶ οὐκ ἀναστρέφει. Ἀρί- σταρχρς δὲ τοῖς κυριωτέροις συνέτασσε τὰς προθέσεις.