Ancient Greek
1.277 to 1.280
Scholia in Homerum, Scholia in Iliadum 1.277-3-280
Not analysed yet
660. *δουρικλυτός] τοῦ Ὀδυσσέως τὸ ἐπίθετον, καὶ διασταλτέον μετʼ αὐτό. βραχὺ δὲ διασταλτέον μετὰ τὸ ἐών (665). 667. *πυρὸς δηίοιο] ὅτι λείπει ἡ ὑπό, ὑπὸ πυρός. 668. ἐπισχερώ] ἐφεξῆς ἄπαντες. παρίστησι δὲ διὰ τῆς λέξεως ὅτι καὶ ἐπὶ Μυρμιδόνας ἥξει ὁ κίνδυνος. 672. βραχὺ διασταλτέον μετὰ τὸ βοηλασίῃ· δύναται δὲ καὶ τοῖς ἑξῆς συνάπτεσθαι. οὕτως δὲ ἑνικῶς Ἀρίσταρχος, βοηλασίῃ.