Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Λ.
Scholia in Homerum, Scholia in Iliadum 1.281-2
Not analysed yet
674. ῥύσιʼ ἐλαυνόμενος] ἀντενεχυραζόμενος· καὶ τὸ πλῆρες ῥύσια. Αὐγέας γὰρ πρότερος Νηλέως κατέσχεν τέσσαρας ἀθλοφόρους ἵππους αὐτοῖσιν ὄχεσφιν. τουτέστι θρέμματα ἐλαύνων. τὸ δὲ ἑξῆς ἐστὶν, ὅτʼ ἐγὼ κτάνον Ἰτυμονῆα, ῥύσιʼ ἐλαυνόμενος· τὰ δὲ ἄλλα διὰ μέσου. Μηλεὺς ὁ Ποσειδῶνος, ἱππικώτατος τῶν καθʼ αὑτὸν γενόμενος, ἔπεμψεν εἰς Hλιν ἵππους εἰς τὸν ὑπʼ Αὐγέου κεῖσε συντελούμενον ἀγῶνα. νικησάντων δὲ τούτων φθονήσας Αὐγέας ἀπέσπασε τούτους, καὶ τοὺς ἡνιόχους ἀφῆκεν ἀπράκτους. Νηλεὺς δὲ γνοὺς ἡσυχίαν ἦγε. Νέστωρ δὲ ὁ τῶν παίδων αὐτοῦ νεώτατος στρατιὰν ἀθροίσας ἐπῆλθεν λιδι, καὶ πολλοὺς ἀποκτείνας ἀπέλαβε τοὺς ἵππους, καὶ οὐκ ὀλίγην τῶν πολεμίων ἀπέσυρε λείαν. ἡ ἱστορία παρὰ Φερεκύδει.