Ancient Greek
1.28 to 1.38
Scholia in Homerum, Scholia in Iliadum 1.28-3-38
Not analysed yet
52. *ὀλίγον] ὅτι τῷ τόπῳ καὶ τῇ τάξει, οὐ τῷ χρόνῳ. 53, 54. ἐζήτηται πῶς ἐνεδέχετο αἷμα ἔχειν τὰς νεφέλας. καὶ λέγουσιν οἱ λύοντες τὸ ἀμφίβολον ὅτι ὡς ἐπὶ μεγίστῳ πολέμῳ πολλῶν ἀναιρουμένων τό αἷμα τούτων ἐπλήρου τοὺς πλησίον ποτα- μοὺς, ἀφ’ ἄν αἱ νεφέλαι λαμβάνουσαι τὸ ὕδωρ αἱματώδεις δρόσους ἔπεμπον. 54. ὅτι δοκεῖ σημεῖον εἶναι, ὅταν ἐπιψακάσῃ, οὐχ ὅταν ὕσῃ, καὶ ὅτι τὸ ἔμελλε πάλιν ἀντὶ τοῦ ἐῴκει. ἕως τοῦ αἰθέρος δὲ στικτέον, καὶ τοῖς ἄνω συναπτέον αὐτό. 55. *οὕτως Ἀρίσταρχος κεφαλάς ἐνθάδε. ὅτι ἐνταῦθα μὲν γράφειν κεφαλάς οὐδὲν κωλύει, περιφραστικῶς ἀπὸ μέρους τῶν ὅλῶν σημαινομένων, κατὰ δὲ τὸ τῆς Ἰλιάδος προοί- μιον (1, 3) οὐκ ἐνδέχεται, ἐπιφερομένου τοῦ “αὐτοὺς δὲ ἑλώρια.” 56. *Τρῶες δʼ] ὅτι κοινὸν καὶ ἐπὶ τούτων τὸ ἐθωρήσσοντο. 62. οὔλιος] ὅτι τινὲς γράφουσιν αὔλιος, ὅ ἐστιν ἑσπέριος, πρὸς ὃν αὐλίζεται τὰ ζῷα. καὶ Καλλίμαχος “αὔλιος ὃς δυθμὴν εἶσι μετʼ ἠελίου.” ἔστι δὲ ἀλύπιος καὶ εἰς ἀνάπαυσιν ἄγων τὰ ζῷα. γραπτέον οὖν οὔλιον, ἵνα τὸν τοῦ κυνὸς σημαίνῃ, τὸν φθοροποιὸν καὶ λαμπρότα- τον, ᾧ καὶ τὸν Ἀχιλλέα ὁμοιοῖ “παμφαίνονθʼ ὥστʼ ἀστέρα ὅς ῥά τʼ ὀπώρης εἶσιν” (Il. 22, 26). 65. πᾶς] σημειοῦνταί τινες ὅτι τοῦτο ἀντὶ τοῦ ὅλος. 68. ὄγμον ὡς ὄλβον· τὰ γὰρ εἰς ος λήγοντα δισύλλαβα μονογενῆ, ἀρχόμενα ἀπὸ τοῦ ο καὶ ἔχοντα δύο σύμφωνα ἢ πλείονα, βαρύνεσθαι θέλει, οἷον ὄκνος ὄμβρος ὄρρος ὅσσος ὄρθος ὄρρος. οὕτως καὶ ὄγμος. ἡ διπλῆ δὲ, ὅτι τὸ ἐλαύνωσι τύπτωσι· καὶ τίθησιν ἐπὶ τῆς ἐκ χειρὸς πληγῆς τὸ ἐλάσαι. 69. ταρφέα ὡς ὀξέα· νῦν γὰρ ἐπιθετικὸν τὸ τοιοῦτον. 71. ὅτι φόβον τὴν φυγήν· ὃν δὲ ἡμεῖς φόβον, δέος λέγει. 72. ὅτι Ἄρίσταρχος ὑσμίνη γράφει χωρὶς τοῦ ι· φησὶ γὰρ, ἥ τε τῶν Ἑλλήνων ὑσμίνη καὶ βαρβάρων ἰσοκέφαλος ἦν· οἷον ἀμφοτέρων ἰσοκέφαλος ἦν ἡ μάχη τῶν τε Ἑλλήνων καὶ τῶν Τρώων. *οὕτως Ἀρίσταρχος, ἡ ὑσμίνη τὰς κεφαλὰς ἴσας εἶχεν· ἰσοκέ- φαλος ἦν αὐτοῖς ἡ μάχη. ἄλλοι δὲ ἴσας δʼ ὑσμίνῃ κεφαλὰς ἔχον.