Ancient Greek
1.39 to 1.40
Scholia in Homerum, Scholia in Iliadum 1.39-5-40
Not analysed yet
75. πρὸς τὴν ἑξῆς ἀθέτησιν· οὐ γὰρ ἤσαν ἐπὶ τοῦ αὐτοῦ πάντες οἱ θεοί. τὸ δὲ πάρεσαν, τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα· ἐκ δὲ τοῦ παρῆσαν ἐγένετο. ἕκηλοι] δασύνεται. τὸ γὰρ ε πρὸ τοῦ κ δασύνεσθαι θέλει, ὁπότε μὴ ἐκ κλίσεως τυγχάνοι ῥήματος ἢ ἀπὸ προθέσεως. 76. *σφοῖσιν] γράφεται οἷσιν. *ᾗχι] Ἀρίσταρχος χωρὶς τοῦ ι τὸ ἧχι.