Ancient Greek
1.281 to 1.282
Scholia in Homerum, Scholia in Iliadum 1.281-282
Not analysed yet
564. *Ἀρίσταρχος κλαῖε ο μιν, ὅτι αὐτήν. *οὕτω Ζηνόδοτος χρονικῶς. *ἀφήρπασε] γρ. ἀνήρπασε. 567. κασιγνήτοιο ὡς Ἀδμήτοιο. τινὲς δὲ προπερισπῶσιν ὡς λευκοῖο, ἵνα γένηται κασιγνητικοῦ· ἡ γὰρ Ἀλθαία, φασὶν, οὐχ ἕνα εἶχεν ἀδελφόν. δύναται μέντοι καὶ τὸ βαρυνόμενον ἑνικὸν ἰσοδυνα- μεῖν τοῦ κασιγνητικοῦ. ἀδελφοὶ δὲ Ἀλθαίας Ἴφικλος, Πολυφάντης, Φάνης, Εὐρύπυλος, Πλήξιππος. *οὕτως Ἀρίσταρχος, τοῦ ἀδελφικοῦ. *ὅτι λείπει ἡ περί. δύναται δὲ καὶ ἑνὸς καὶ πλειόνων ἀδελφῶν.