Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ι.
Scholia in Homerum, Scholia in Iliadum 1.283
Not analysed yet
568. χερσὶν ἀλοία] ταῖς χερσὶν ἔπληττεν· ὅθεν καὶ πατρα- λοίας ὁ τὸν πατέρα τύπτων. εὔχονται δὲ οἱ ἥρωες τοῖς μὲν οὐρανίοις θεοῖς ἄνω τὰς χεῖρας ἀνίσχοντες ʼμεγάλʼ εὐχετόωντο ἕκαστος” (Il. 8. 347)· τοῖς δὲ θαλασσίοις “πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς” (Il. 1, 351), εἰς θάλασσαν δηλονότι. τοῖς κατα- χθονίοις δὲ κόπτοντες τὴν γῆν, ὡς ἐνθάδε φησίν. πολλὰ δὲ γαῖαν] ὅτι οἱ τοὺς χθονίους θεοὺς ἐπικαλούμενοι ταῖς χερσὶ τὴν γῆν ἐπέκρονον.