Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Λ.
Scholia in Homerum, Scholia in Iliadum 1.282
Not analysed yet
677. ληίδα δʼ ἐκ πεδίου] Ἀρίσταρχος ὡς λαλκίδα, Μενεκράτης ὡς Ἥλιδα. ἔστι δὲ οὕτως ὁρίσασθαι περὶ τῆς προσῳδίας, ὡς πάντα τὰ εἰς τς λήγοντα καθαρὸν, μόνως θηλυκὰ, ὀξύνεσθαι θέλει, οἷον Κιρφηίς ὁρισηίς Θαΐς Λαΐς. ὁ δὲ λόγος ἐπὶ Ἑλληνικῶν ὀνομάτων, μή τις τὸ Ξόῖς καὶ Σάις Αἰγύπτια ὄντα καὶ παρὰ Ἡροδότῳ λεχθέντα παράθηται. περὶ μέντοι τοῦ δαΐς ὀξυνομένου, τετολμημένου δὲ καὶ βαρύνεσθαι ἐπὶ ἑτέρου σημαινομένου, εἰρήσεται ἡμῖν ἀλλαχόθι. τὸ δὲ ζῖῖς δοκεῖ ἐπὶ τοῦ κυρίου βεβαρυτονῆσθαι διὰ τὴν αἰτιατικὴν “βωστρεῖν δὲ Κράταιιν” (Od. 12, 124)· τάχα δὲ καὶ τοῦτο πρὸς ἀντιδιαστολήν. ἤλιθα πολλήν] λίαν ἠθροισμένην· ἐξ οὗ καὶ ἠλίθιος ὁ παχὺς τὸν νοῦν καὶ μὴ ἀκριβής. ἢ παρὰ τὸ ἀλίσαι, ὅ ἐστιν ἀθροῖσαι. αἰτήματι στίζομεν κατὰ τὸ τέλος τοῦ στίχου· πρεπωδέστερον γὰρ οὕτως κεχωρίσθαι τὰ ἑξῆς.