Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.286
Not analysed yet
493. ὅτε δή ῥ᾿ ἐκ τοῖο] Ἀρίσταρχος ὁτεδή ὡς δηλαδή παραλόγως ʼἀνεγίνωσκε. Πάμφιλος δὲ τὸ ὅτε κατ᾿ ἰδίαν ἀναφορικὸν ἀναλόγως· διαφέρει γὰρ τὸ ὅτε ὀξυνόμενον κατὰ τὴν πρώτην τοῦ ὁτέ ἀορίστου. ὥστε ἐὰν θελήσῃ ὁ Ἀρίσταρχος ἀναγινώσκειν ὁτεδή ὡς δηλαδή, πρῶτον τὴν μὴ οὖσαν χρῆσιν παρὰ τῷ ποιητῇ παραλήψεται, δεύτερον τὸ σημαινόμενον παραφθείρει. τὸ δὲ τοῖο προπερισπαστέον· τὸ γὰρ τοῦ Θεσσαλικῶς παραυξηθὲν ἐγίνετο τοῖο, ὡς καλοῦ καλοῖο. ἀποφήνασθαι δεῖ ὅτι ὁ Ἡρωδιανὸς ἐν τῇ Ἰλιακῇ προσῳδίᾳ δια- λαμβάνων περὶ τοῦ “ἀλλ᾿ ὅτε δή ῥ᾿ ἐκ τοῖο” λέγει ὅτι τοῦ ὁτέ ὀξυτόνου ἀορίστου οὐκ ἔστιν ἡ χρῆσις παρὰ τῷ ποιητῇ· ἐν μέντοι τῷ ἐννεακαιδεκάτῳ τῆς καθόλου τὸ “ὣς Ἕκτωρ ὁτὲ μὲν μετὰ πρώ- τοισι φάνεσκεν” (ΙΙ. 11, 64) ὀξυτόνως δεῖν φησὶν ἀναγινώσκεσθαι.