Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.287
Not analysed yet
496. ἀνεδύσετο] παρατατικοῦ παθητικοῦ, ὡς ἀπὸ τοῦ δύω ἐνεστῶ- τος τὸ παραγωγὸν δῦμι, ὁ μέλλων δύσω. καὶ ἐγένετο ὁ μέλλων ἐνεστὼς, οὗ ὁ παθητικὸς δύσομαι, ὁ παρατατικὸς ἐδυσόμην ἐδύσετο. ὥσπερ καὶ ἐκ τοῦ βῶ βιβῶ βίβημι ὁ μέλλων βήσω· καὶ μετά- γεται εἰς ἐνεστῶτα, οὗ παθητικὸς βήσομαι, ὁ παρατατικὸς ἐβησόμην ἐβήσετο. μέγαν οὐρανὸν Οὔλυμπόν τε] ὅτι οὕτως εἴρηκεν οὐχ ὡς τοῦ Ὀλύμπου ἐπ᾿ οὐρανοῦ ὄντος, ἀλλ᾿ ἐπεὶ καὶ αἱ κορυφαὶ τοῦ ὄρους ὑπὲρ τὰ νέφη εἰσίν· ὁ δὲ ὑπὲρ τὰ νέφη τόπος οὐρανὸς καλεῖται ὁμωνύμως τῷ στερεμνίῳ. ἀλλὰ καὶ ἐν οὐρανῷ καὶ ἐν Ὀλύμπῳ γεγονέναι αὐτὴν λέγει. *οὐρανὸν Οὔλυμπόν τε] ὅτι ἐν τῷ ἄκρῳ τοῦ Ὀλύμπου ἐστὶν ὁμώνυ- μος πόλις Ὄλυμπος·