Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.286-2
Not analysed yet
547. ἐρεχθῆος] ἐρεχθέως τοῦ βασιλέως Ἀθηναίων, τοῦ καὶ Ἐριχθονίου καλουμένου, γεννηθέντος δὲ ἐκ τοῦ Ἡφαίστου. οὗτος γὰρ ἐδίωκεν Ἀθηνᾶν ἐρῶν αὐτῆς, ἡ δὲ ἔφυγεν· ὡς δὲ ἐγγὺς αὐτῆς ἐγένετο πολλῇ ἀνάγκῃ (ἦν γὰρ χωλὸς), ἐπειρᾶτο συνελθεῖν· ἡ δὲ ὡς σώφρων καὶ παρθένος οὖσα οὐκ ἀνέσχετο. οὕτως ἀπεσπέρμηνεν εἰς τὸ σκέλος τῆς θεᾶς. ἡ δὲ μυσαχθεῖσα, ἐρίῳ ἀπομάξασα τὸν γόνον, ἔρριψεν εἰς γῆν· ὅθεν Ἐριχθόνιος ὁ ἐκ τῆς γῆς ἀναδοθεὶς παῖς ἐκλήθη, ἀπὸ τοῦ ἐρίου καὶ τῆς χθονός. ἱστορεῖ Καλλίμαχος ἐν Ἑκάλῃ.