Ancient Greek
1.287 to 1.289
Scholia in Homerum, Scholia in Iliadum 1.287-2-289
Not analysed yet
548. ζείδωρος ἄρουρα] τοῦτο ὡς κύριον ἔλαβεν ἐπὶ τῆς Ἀττικῆς· ἐκεῖ γὰρ πρῶτον ἀνεδόθη καρπός· διὸ νῦν πρῶτον τῷ ἐπιθέτῳ ἐχρή- σατο. 553. ὅτι Ζηνόδοτος ἀπὸ τούτου τρεῖς στίχους ἠθέτηκεν, μήποτε διότι διὰ τῶν ἐπὶ μέρους οὐδέποτε αὐτὸν διατάσσοντα συνέστησεν. πολλὰ μέντοι Ὅμηρος κεφαλαιωδῶς συνίστησιν, αὐτὰ τὰ ἔργα παραλιπὼν, ὡς τὴν Μαχάονος ἀριστείαν· “παῦσεν ἀριστεύοντα μάχας (Il. 11, 506). 557. δυοκαίδεκα] Πάμφιλος τρία ποιεῖ καὶ κατὰ παράθεσιν ἀναγινώσκει. ἀφορμὴν δὲ ἔχει ἡ κατὰ σύνθεσιν ἀνάγνωσις τὴν ποιη- τικὴν χρῆσιν, ἥτις τὰ κατὰ παράθεσιν πολλάκις ἑνοῖ, ὡς τὸ πασιμέ- λουσα (Od. 12, 70) καὶ τὰ τοιαῦτα.