Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Λ.
Scholia in Homerum, Scholia in Iliadum 1.288-2
Not analysed yet
688. Ἐπειοὶ οἱ λεῖοι ἀπὸ Ἐπειοῦ βασιλέως, οὕτως· Ποσει- δῶνος καὶ Εὐρυπύλης τῆς Ἐνδυμίωνος παῖς Ἠλεἵος ὁ κτίσας Ἤλιδα, Ἠλείου δὲ Ἄλεξις καὶ Ἐπειὸς, ἀφʼ οὗ Ἐπειοὶ, ὥς φησιν Ἀριστο- τέλης ἐν τᾥ πέπλῳ. *ὅτι Ἐπειοὺς τοὺς Ἠλείους καλεῖ. *ὄφειλον] οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ ὄφελλον. ἤτοι στικτέον κατὰ τὸ τέλος τοῦ στίχου, ἢ συναπτέον τῷ ἑξῆς. ὃ καὶ βέλτιον· τὸ γὰρ ὡς ἀντὶ τοῦ ὅτι ἐστὶ κείμενον. καὶ ἐὰν χωρίσωμεν δὲ, καὶ ἀκούωμεν οὕτως, ἔσται θαυμαστικὸς ὁ λόγος περὶ τῆς καταφρονήσεως ῆν ἐποιήσαντο οἱ Ἠλεῖοι περὶ τῶν Πυλίων.