Ancient Greek
1.289 to 1.290
Scholia in Homerum, Scholia in Iliadum 1.289-290
Not analysed yet
689. *ὡς] ὅτι ἀντὶ τοῦ ὅτε ἢ ὅτι ἢ ἡνίκα. *βραχὺ διασταλτέον ἐπὶ τὸ παῦροι πρὸς ἔμφασιν. *ἐν Πύλῳ ἤμεν] οὐκ ἐν πόλει ἦμεν, ὡς ἔνιοι. 690. ἐκάκωσε βίη Πρακληείη] ρακλῆς παρεγένετο εἰς Πύλον χρήζων καθαρσίων, οἱ δὲ Πύλιοι ἀποκλείσαντες τὰς πύλας οὐκ εἰσεδέξαντο αὐτόν· ἐφʼ ᾧ ὀργισθεὶς ὁ ἥρως ἐπόρθησε Πύλον. συνε- μάχουν δὲ τῷ μὲν Νηλεῖ τρεῖς θεοὶ, Ποσειδῶν Ἥρα Ἀῖδωνεὺς, ὡς καὶ ἐν τῇ Ε φησί (395), τῷ δὲ Ἡρακλεῖ δύο, Αθηνᾶ καὶ Σεύς.