Ancient Greek
1.29 to 1.35
Scholia in Homerum, Scholia in Iliadum 1.29-2-35
Not analysed yet
55. τοὺς—βουλήν] ὅτι Ζηνόδοτος γράφει “αὐτὰρ ἐπεί ῥ᾿ ἤγερθεν ὁμηγερέες τ᾿ ἐγένοντο, τοῖσι δ᾿ ἀνιστάμενος μετέφη κρείων Ἀγα- μέμνων.” ἀπίθανον δὲ ἐν ἑπτὰ ὀρθὸν δημηγορεῖν. 56. *κλῦτε φίλοι] τελεία στιγμὴ ἐπὶ τὸ φίλοι· αὐτοτελὴς γὰρ ὁ λόγος. θεῖός μοι ἐνύπνιον] ὅτι Ζηνόδοτος γράφει θεῖόν μοι ἐνύπνιον. οὐ λέγει δὲ ὡς ἡμεῖς, ἀλλ᾿ ἀντὶ τοῦ κατὰ τοὺς ὕπνους, ἐνυπνίως. ὁ δὲ ἀστερίσκος, ὅτι ἐν τῇ Ξ τῆς Ὀδυσσείας (495) κακῶς φέρεται. 60—70. ὅτι Ζηνόδοτος συντέτμηκεν, οὕτως εἰπὼν “ἠνώγει σε πατὴρ ὑψίζυγος, αἰθέρι ναίων, Τρωσὶ μαχήσασθαι προτὶ Ἴλιον. ὣς ὁ μὲν εἰπὼν ὤχετ᾿ ἀποπτάμενος.” τὰ δὲ ἀπαγγελτικὰ ἐξ ἀνάγκης δὶς καὶ τρὶς ἀναπολεῖται ταῖς αὐταῖς λέξεσι. καὶ οὐ δυσωπητέον· ἀναγκαῖον γὰρ καὶ τοῖς συγκεκλημένοις βουλευταῖς διηγήσασθαι. 64. *ὃς σεῦ] ὅτι ὑπὸ τῆς Ἴριδος πρὸς Πρίαμον δεόντως λέγεται (ΙΙ. 24, 174). 65. θωρῆξαί σε κέλευε] γράφεται θωρῆξαί σ᾿ ἐκέλευε. m. rec. in marg. 70. *σῆσιν ἔχε φρεσίν] ὅτι οὐ λέγει μηδενὶ εἴπῃς, ἀλλ᾿ οἷον φύλαξον ταῖς φρεσὶ καὶ διαμνημόνευσον. 72. *θωρήξομεν] ὅτι συνεσταλμένως θωρήξομεν ἀντὶ τοῦ θωρή- ξωμεν.