Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.36
Not analysed yet
73. πειρήσομαι] ἀπόπειραν τοῦ πλήθους λαμβάνει ὁ βασιλεὺς Ἀγαμέμνων κατά τι παλαιὸν ἔθος, βουλόμενος μαθεῖν πότερον γνώμῃ οἰκείᾳ πολεμοῦσιν ἢ ἀνάγκῃ· ὃ τὸ πλῆθος μὴ νενοηκὸς πρὸς φυγὴν ηὐτομόλησεν. πρῶτα δ᾿ ἐγών] οἶδεν αὐτοὺς ἀποκαμόντας τῷ χρόνῳ καὶ τῷ λοιμῷ καὶ τῇ ἀποστάσει Ἀχιλλέως. παρακαλεῖν δ᾿ οὐκ ἐνῆν τὸν πρώην λέγοντα “στυγέῃ δὲ καὶ ἄλλος ἶσον ἐμοὶ φάσθαι” (ΙΙ. 1, 186). ἀλλ᾿ οὔτε ἐπιτάσσειν, μή πως ἀντιλεγόντων δευτέρα στάσις γένηται. ἄλλως τε τῇ παραδόξῳ καὶ χαρᾷ καὶ λύπῃ τὴν ποίησιν ἐκτραγῳδεῖ, φίλτρον τε πορίζεται ἑαυτῷ· μισεῖ γὰρ τοὺς ῥιψοκινδύνους στρατη- γοὺς ὁ στρατός. καὶ εἰ μὲν κατεδέξαντο φυγεῖν, εἶργε διὰ τῶν βασιλέων, εἰ δὲ μὴ, ἐλάνθανε τὸ βούλημα. ἡ θέμις ἐστί] τὸ ἡ δασυντέον· οὐ γάρ ἐστι σύνδεσμος, ἀλλ᾿ ἰσοδυναμοῦν τῷ ὡς ἐπιρρήματι.