Ancient Greek
1.29 to 1.32
Scholia in Homerum, Scholia in Iliadum 1.29-6-32
Not analysed yet
56. ἔστασαν] ἡ διπλῆ, ὅτι ἀντὶ τοῦ ἔστησαν· διὸ καὶ ψιλῶς ἀναγνωστέον· μετείληπται γὰρ τὸ στοιχεῖον. ἐν δὲ τοῖς ἐπάνω “ἔστασαν ἀμφοτέρωθεν” δασύνεται. 59. ἐσβαίη] ἡ Ζηνοδότειος καὶ Ἀριστοφάνειος καββαίη· καὶ γὰρ ἐπιφέρει “ἔνθʼ οὔπως ἔστιν καταβήμεναι οὐδὲ μάχεσθαι” (65). 60. Εκτορα εἶπε παραστάς] ὅτι ἐλλείπει ἡ πρός, πρὸς Ἕκτορα, ὡς καὶ “τότʼ ἄρ’ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον” (Il. 17, 237.) δύναται δὲ τὸ ἑξῆς εἶναι παρʼ Εκτορα στάς, ὡς μὴ λείπειν τὴν πρόθεσιν. 62. *γρ. περί.