Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ M.
Scholia in Homerum, Scholia in Iliadum 1.28-4
Not analysed yet
55, 56. τὸ μὶν πρότερον ἔστασαν δασύνει ὁ Ἀρίσταρχος, ἐπειδήπερ τὸ αὐτό ἐστι τῷ ἑστήκεισαν. ἔφαμεν δὲ καὶ ἡμεῖς δασύ- νεσθαι τὸ ε τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου ἐπὶ τούτου τοῦ ῥήματος. τὸ μέντοι δεύτερον ψιλοῖ· ἰσοδυναμεῖ γὰρ τῷ ἔστησαν· οὓς ἔστησαν γὰρ οἱ Ἀχαιοί. τὸ δὲ ε τοῦ ἀορίστου ἐπὶ τούτου τοῦ ῥήματος ἐψιλοῦτο, συγκατατίθεται δὲ καὶ ὁ Ἀσκαλωνίτης τῷ τοιαύτῃ ἀναγνώσει· καὶ ἡμεῖς.