Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.290
Not analysed yet
565. φώς] τὸ φώς ὀξυτονούμενον τὸν ἄνθρωπον δηλοῖ, ὡς νῦν καὶ “φῶτʼ Ἀσκληπιοῦ υἱόν” (Il. 4, 194), περισπώμενον δὲ τὸ φέγγος καὶ τροπικῶς τὴν σωτηρίαν, συνῃρημένον ἐκ τοῦ φάος. εἰκότως οὖν περισπᾶται· “φόως δʼ ἑτάροισιν ἔθηκεν” (Il. 6, 6) καὶ “χρύσεον λύχνον ἔχουσα φόως περικαλλές” (Od. 19, 34). ἐπεὶ τὸ πῶς καὶ τὸ ποῦ ἐπιρρήματά ἐστι πευστικὰ, οἷον “πῶς θάνεν Ἀτρείδης; ποῦ Μενέλαος ἔην;” (Od. 3, 248) ὀξυτονούμενα δὲ καὶ ἐγκλιτικά ἐστιν, ὡς τὸ “ἀλλʼ οὔπως άμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν” (Il. 4, 320), “ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι” (Il. 5, 193).