Ancient Greek
1.296 to 1.302
Scholia in Homerum, Scholia in Iliadum 1.296-302
Not analysed yet
586. οἵ οἱ κεδνότατοι] ὅτι σωφρονέστατοι· ὁ δὲ Σιμωνίδης κ ε- θνοὺς τοὺς φίλους. 590. παράκοιτις] καὶ πῶς οὐκ ἄτοπον γυναικὶ μόνῃ πείθεσθαι; ἢ ὅτι ὁ καιρὸς ἦν ὁ πείθων, οὐχ ὁ ἔρως. ὅτι γὰρ οὐ γυναικοκρατεῖται δῆλον· οὐ γὰρ ἐρωτικοῖς αὐτὴ ἐχρήσατο ῥήμασιν, ἀλλὰ πεφθέντος τοῦ θυμοῦ τότε παρακαλεῖ. 593. ἀμαθύνει] ὅτι ἄμαθον ποιεῖ· οὕτως δὲ λέγει τὴν πεδιάσιμον κόνιν· ὁ δὲ Αἰσχύλος ἐπὶ τοῦ διαφθείρειν ψιλῶς τέταχε, περὶ τοῦ Ἀκταίωνος λέγων “κύνες διημάθυνον ἄνδρα δεσπότην.” (fr. 239.) 594. *ὅτι Ζηνόδοτος γράφει τέκνα δὲ δῃοῖ ἄγουσι. 598. εἴξας ᾧ θυμῷ] ὅτι οὐ τῷ θυμικῷ πάθει λέγει, ἀλλὰ τῇ ἐπιθυμίᾳ. ὑποχωρήσας, ἀντὶ τοῦ οὐκ ἀντιταξάμενος. 601. *χαλεπὸν] γρ. κάκιον. 602. *Ἀρίσταρχος ἐπὶ δώρων, ὅ ἐστι μετὰ δώρων.