Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ι.
Scholia in Homerum, Scholia in Iliadum 1.303
Not analysed yet
605. ὅτι τινὲς προφέρονται τιμῆς ὡς φωνῆς, ἵνʼ ᾖ τιμήεις. Ὁμηρικὸν δὲ τὸ τιμῆς ἔσεαι ἀντὶ τοῦ τιμῆς μεθέξεις. καὶ ὁ Ἀχιλ- λεὺς ἀποκρινόμενός φησιν “οὔ τί μέ ταύτης χρεὼ τιμῆς” (607), ἀντὶ τοῦ οὐ χρείαν ἔχω τήν τε τῶν Ἑλλήνων καὶ Ἀγαμέμνονος τιμήν. καὶ ἔστι σολοικισμὸς παρὰ τὰς πτώσεις. τιμηθήσῃ ἢ τίμιος ἔσῃ. τινὲς τὸ. τιμῆς διὰ τοῦ ι γράφουσιν· ἀπὸ γὰρ τοῦ τιμήεις. οὕτως καὶ τὴν αἰτιατικὴν εἶπε “καὶ χρνσὸν τιμῆντα” (Il. 18, 475). καίτοι λόγος ἐστὶν ὡς πᾶσα εὐθεῖα ἀρσε- νικοῦ ὀνόματος ἐν τῇ τελευταίᾳ δύο ἔχουσα φωνήεντα ταῦτα ἐκφωνεῖ, χωρὶς τοῦ Θρᾷξ. οὐκ ἐπείσθη δὲ ἡ παράδοσις· Ἀρίσταρχος γὰρ ἄνευ τοῦ ι. οὐχ ὑγιῶς δὲ γενικὴν ἐκδέχεται, λειπούσης φράσεως· τιμῆς γὰρ, φησὶν, ἄξιος ἔσῃ. ὁ δὲ Χαῖρις βοηθῶν αὐτῷ φησὶν ὅτι ἐπιφέρει “οὔτι με ταύτης χρεὼ τιμῆς.” ἀλαλκών] ὀξυτονητέον· δευτέρου γὰρ ἀορίστου ἐστίν. ὡς ἀγαγών καὶ ἀγαγεῖν, οὕτως καὶ ἀλαλκών καὶ ἀλαλκεῖν.