Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.299
Not analysed yet
519. Ἥρῃ, ὅτ᾿ ἄν μ᾿ ἐρέθῃσιν] Ἀρίσταρχος τὸ Ἥρῆ κατ᾿ εὐθεῖάν φησιν, οὐ κατὰ δοτικὴν, ἵν᾿ ᾖ ὅταν με ἐρεθίσῃ ἡ Ἤρα, τότε ἐχθοδο- πῆσαί με ἐφήσεις. τὸ δὲ ὅταν δύο μέρη λόγου. τὸ τέλειον ὅτε ἄν ἐστι, καὶ κατὰ συναλοιφὴν ὅτ᾿ ἄν· ἐν δὲ τῇ συν- τάξει κεκοίμισται ἡ ὀξεῖα τοῦ ἄν, ὡς τὸ “οὐκ ἂν ἐφ᾿ ὑμετέρων ὀχέων” (ΙΙ. 8, 455)· “οὐκ ἂν δὴ μείνειας” (ΙΙ. 3, 52). ἀεὶ οὖν οὕτως ὀφείλομεν ἀναγινώσκειν ἐπὶ τὴν ἄρχουσαν ὀξεῖαν ποιοῦντες· “ὡς δ᾿ ὅταν ἀδίνουσαν” (ΙΙ. 11, 269). καὶ τοτὲ μὲν ἐν σημαινομένῳ ὀφείλομεν παραλαμβάνειν τὸν ἄν, ὅταν ὑποτακτικὸν ἐπιφέρῃ ἢ εὐκτικὸν, τοτὲ δὲ παρέλκοντα, ὅταν μὴ οὕτως ἔχῃ. πρόδηλον δὲ ἐκ τοῦ χαρακτῆρος ὅτι οὐ δύναται ἓν εἶναι, εἴ γε τὰ εἰς αν ἐπιρρήματα οὐδέποτε συστέλλει τὸ α· τὸ γὰρ πάμπαν οὐ φύσει ἐπίρρημα. ἀλλὰ μὴν οὐδὲ σύνθετον δύναται εἶναι· οὐδέποτε γὰρ τὰ ἀναφορικὰ τῶν ἐπιρρημάτων κατ᾿ ἀρχὰς συντίθεται. Ζεὺς ἐρασθεὶς Θέτιδος τῆς Νηρέως ἐδίωκεν αὐτὴν βουλόμενος βιάσασθαι. γενόμενος δὲ ἐπὶ τὸ Καυκάσιον ὄρος ἐκωλύθη ὑπὸ Προ- μηθέως, φήσαντος τὸν ἐκ Θέτιδος γενόμενον ἀμείνονα ἔσεσθαι τοῦ ἰδίου πατρός. δείσας οὖν ὁ Ζεὺς περὶ τῆς ἐν οὐρανῷ κρατήσεως αὐτὸς μὲν ἀπέσχετο τῆς προειρημένης, εἰς τιμὴν δὲ τοῦ παιδὸς Αἰακοῦ ἔδωκεν αὐτὴν πρὸς γάμον Πηλεῖ· ἐξ ἧς ἐγένετο ὁ Ἀχιλλεὺς, ὃς οὐ μόνον ὑπερέβαλε τῇ ἀνδρείᾳ τὸν ἑαυτοῦ πατέρα, ἀλλὰ καὶ τοὺς κατ᾿ ἐκεῖνο καιροῦ γενομένους πάντας ἥρωας.