Ancient Greek
1.292 to 1.298
Scholia in Homerum, Scholia in Iliadum 1.292-298
Not analysed yet
509, 510. *βραχὺ διασταλτέον ἐπὶ τὸ κράτος καὶ τίσωσιν. 510. *ὀφέλλωσιν] αὔξωσιν. ὅθεν καὶ ὄφλημα τὸ χρέος διὰ τὸν τόκον. 512. ὑποστιγμὴ ἐν ὑποκρίσει ἐπὶ τὸ γούνων διὰ τὸ ὡς μόριον. 513. ἐμπεφυυῖα] ἐμπλέξασα τὰς χεῖρας. *εἴρετο] Δημήτριος ὁ Ἰξίων προπερισπᾷ, παραλαμβάνων τὸ τό ἄρθρον. 514. ὑπόσχεο καὶ κατάνευσον] δὶς τὸ αὐτὸ πέφρακεν ἐπιτάσεως χάριν· ἀντὶ τοῦ ὑποσχοῦ μοι. 517. ὀχθήσας] εἰς ὕψος ἐπάρας τὸν θυμὸν, παρὰ τοὺς ὄχθους, ἢ παρὰ τὸ ἄχθος ἀχθήσας, ὅ ἐστιν ἀχθεσθεὶς καὶ ὀχθήσας. 518. ἦ] περισπαστέον τὸν ἔστι γὰρ βεβαιωτικὸς ἐν ἀρχῇ κείμενος ὁμοίως τῷ “ἦ δὴ ἀλιτρὸς ἐσσί” (Od. 5, 182). ἐχθοδοπῆσαι ἐφήσεις] ἐχθρὸν καταστῆναι ἐφορμήσεις, ὅ ἐστιν ἀναγκάσεις.