Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.3-2
Not analysed yet
4. τιμήσῃ, ὀλέσῃ δέ] τιμήσει· τοῦτο εὐκτικὸν, τὸ δὲ ὀλέσῃ ὑποτακτικὸν, ὡς τὸ “λόχον τελέσει Ἀγαμέμνων” (ΙΙ. 4, 178). στικτέον δὲ ἐν τῷ νηυσὶν Ἀχαιῶν· μόνους γὰρ τούτους ἀνελεῖν ἤθελεν. διό φησιν “ὑπὲρ αἶσαν Ἀχαιοὶ φέρτεροι ἦσαν” (ΙΙ. 16, 780) ὥστε διωχθῆναι μέχρι νῆων. πολέας] ὅτι Ζηνόδοτος γράφει πολῦς· μόνα δὲ τὰ εἰς υς μονογενῆ δύναται παρὰ τὴν ἔκτασιν ἢ συστολὴν ἑνικὰ καὶ πληθυντικὰ γίνεσθαι, οἷον βότρυς καὶ βότρυς. πολέας] ὡς ταχέας.