Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.4-2
Not analysed yet
5. *ἀρίστη φαίνετο βουλή] βραχὺ διασταλτέον κατὰ τὸ τέλος μέρος γὰρ καὶ τὸ ἐπιφερόμενον τῆς περιόδου. πολλὰ προσκεψάμενος ταύτην εὗρε χρειώδη βουλήν. ἔστι δὲ ὡς τὸ “ἕτερος δέ με θυμὸς ἀνῆκεν” (Od. 9, 302) “αἱ δεύτεραί πως φροντίδες σοφώτεραι” (Eurip. Ηipp. 436.)