Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.304-2
Not analysed yet
599. ὅτι πηρόν οὐ τυφλὸν, ὡς ἀπεδέξαντο οἱ νεώτεροι, ἀλλὰ τῆς ᾠδῆς πηρόν. τί γὰρ ἦν αὐτῷ βλαβερὸν κιθαρῳδῷ ὄντι, εἰ τῶν ὀφθαλμῶν ἐστερήθη; μᾶλλον γὰρ προσεκτικὸς ἂν ἐγένετο τῇ φω- νασκίᾳ. τόν γε δή τοι Δημόδοκον ἡ Μοῦσα “ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δʼ ἡδεῖαν ἀοιδήν” (Od. 8, 64). πηρόν ὡς χρηστόν κατʼ ὀξεῖαν τάσιν παρὰ τῷ ποιητῇ· παρὰ δὲ τοῖς Ἀττικοῖς πῆρον ὡς λῆρον. ὑγιεστέρα δὲ ἡ παρὰ τῷ ποιητῇ ἀνάγνωσις, ἐπεὶ τὰ εἰς ος λήγοντα δισύλλαβα, εἰ ἔχοι τὴν πρώτην συλλαβὴν ἔχουσαν τὸ π καὶ τὸ η, ὀξύνονται, οἷον πηός πηλός. οὕτως καὶ πηρός.