Ancient Greek
1.305 to 1.314
Scholia in Homerum, Scholia in Iliadum 1.305-2-314
Not analysed yet
600. ἀφέλοντο καὶ ἐκλέλαθον] ἐπὶ μὲν τοῦ φυσικοῦ ἀφέλοντο, ἐπὶ δὲ τοῦ διδακτοῦ ἐκλέλαθον· ὃ γὰρ ἔμαθέ τις, οὐκ ἀπόλλυσιν ἐπιλήθεται δέ. 603. Ἀρκαδίην] Ἀρκαδία ἀπὸ Ἀρκάδος τοῦ Διὸς, οὗ Ἀμφιδά- μας, οὗ Ἀλεὸς, οὗ Ἀγκαῖος, οὗ Ἀγαπήνωρ. Κυλλήνης] Κυλλήνη ὅρος ὑψηλὸν τῆς Ἀρκαδίας, καὶ πόλις οὖσα παρʼ αὐτῷ ὁμώνυμος, ἐν ᾧ ὄρει δοκεῖ Ἑρμῆς γεγενῆσθαι ἐκ Μαίας τῆς Ἄτλαντος θυγατρὸς καὶ Διός· ὅθεν καὶ Κυλλήνιον τὸν θεόν φασιν. 605. πρὸς τὴν ὁμωνυμίαν τοῦ Ὀρχομενοῦ, ὅτι τῷ ἐπιθέτῳ διέ- πτηλxέν. 608. *Στύμφηλον] ὡς Εὔμηλον· ἴδιον γάρ. 612. ἀπὸ τούτου ἕως τοῦ “Ἀτρείδης ἐπεὶ οὔ σφι” (614) Ζη- νόδοτος ἠθέτηκε τρεῖς στίχους. ἀναγκαῖοι δέ εἰσιν· παριστόρηται γὰρ διʼ αὐτῶν ὅτι παρέσχεν αὐτοῖς ναῦς ὁ Ἀγαμέμνων, ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει. ἐπεὶ μεσογείους ὄντας εἰς Ἴλιον ἐπήγαγεν, λύει τὸ ζήτημα πόθεν εἶχον ναῦς. 615. Βουπράσιον] πόλις, ἡ δὲ χώρα Ἦλις. ὁρίοις δὲ αὐτοὺς περιγράφει, μὴ θέλων πάλιν λεπτολογεῖν τὰ κατὰ μέρος. 616, 617. ὅσσον—ἐέργει] ἐφʼ ὅσον ἢ τε Ὑρμίνη καὶ ὁ Μύρ- σινος καὶ τὸ Ἀλείσιον καὶ ἡ Ὠλενία πέτρα ἐντὸς συνεῖχον, τοῦ παντὸς οἱ Ἡλεῖοι ἐβασίλευον. ἡ διπλῆ δὲ, ὅτι Ζηνόδοτος σὺν τῷ ῑ γράφει. γίνεται δὲ ἀκατάλληλος ὁ λόγος. 621. ὁ μὲν Κτεάτου, ὁ δʼ ἄρʼ Εὐρύτου Ἀκτορίωνε] ὅτι παρὰ τὸ εἰθισμένον πρός τὸ πρότερον ἀπήντηκεν· ἔστι γὰρ ὁ προκατειρημένος Ἀμφίμαχος Κτεάτου υἱὸς, ὁ δὲ Θάλπιος Εὐρύτου. καὶ ὅτι οὕτως εἴρηκεν, Ἀκτορίωνε, δέον Ἀκτοπιώνων. 625. ὅτι οὐχ ὡς κεχωρισμένου Δουλιχίου τῶν Ἐχινάδων οὕτως εἴρηκεν, ἀλλʼ ἀντὶ τοῦ ἐκ Δουλιχίου καὶ τῶν ἄλλων Ἐχινάδων. καὶ ὅτι ἀπὸ τοῦ Ἐχῖνα εἴρηκεν Ἐχινάων. Δουλίχιον νῆσος πρὸ τῆς Κεφαλληνίας· αἱ δὲ Ἐχινάδες νῆσοί εἰσι τῆς Ἀκαρνανίας, παρὰ ταῖς ἐκβολαῖς τοῦ Ἀχελῴου ποταμοῦ, ἐν αἷς οἱ κατοικοῦντες καλοῦνται Ἐπειοί. 626. *αἳ ναίουσι] ὅτι Ζηνόδοτος γράφει οἳ ναίουσι, ἐπὶ τῶν ἀν- δρῶν. οὐ νοεῖ δὲ ὅτι ἀντὶ τοῦ ναίονται.