Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.307
Not analysed yet
532. ἆλτο] ψιλωτέον. καὶ τάχα μὲν ἀπέλαβε τὸ προοφειλό- μενον πνεῦμα· ἠλόγητο γὰρ τὸ ἄλλομαι δασυνόμενον, εἴ γε τὸ α πρὸ δύο λ, ἐψιλοῦτο, ἄλλος ἀλλότριος. τάχα δὲ, ὅπερ καὶ μᾶλλον, ἐπεὶ τὸ α καταλῆγον εἰς λ, ἐπιφερομένου στοιχείου ἑνὸς τῶν τῆς τρίτης συζυγίας, ψιλοῦται· “Ἄλτεω, ὃς Λελέγεσσι” (ΙΙ. 21, 86)· “ληΐου ἀλδήσκοντος” (ΙΙ. 23, 599)· “ἄλθετο χείρ” (ΙΙ. 5,417). ἔνθεν τινὲς καὶ τὸ “ὃς τοῦτον τὸν ἄναλτον” (Od. 18, 113) ψιλῶς προφέρονται.