Ancient Greek
1.308 to 1.314
Scholia in Homerum, Scholia in Iliadum 1.308-314
Not analysed yet
534. ἐξ ἑδέων] δασύνεται παρὰ τὸ ἕζω. οἱ δὲ μετὰ τοῦ ρ, ἐξ ἑδρέων. ἀπὸ τούτων τῶν δύο στίχων λέγουσι μέρος τιμῆσαι τὸν Λυ- κοῦργον τὸν τῶν Λακεδαιμονίων, γράψαντα νόμον ἐπανίστασθαι τοὺς νέους τοῖς πρεσβυτέροις. *σφοῦ] τὸ σφοῦ ἀπὸ συγκοπῆς τοῦ σφετέρου. 535. ἔσταν ἅπαντες] ψιλωτέον τὸ ἔσταν, ἐπεὶ γίνεται “στὰν δὲ μεταστοιχεί” (ΙΙ. 23, 358)· τὸ γὰρ αἰρόμενον ἐκ τοῦ ῥήματος ε ἐν ψιλῷ πνεύματι, τὸ δὲ ἕστασαν δασύνεται, ἐπεὶ οὐκ ἀποβάλλει τὸ ε. ὁ δὲ ἔστησα ψιλοῦται, ἐπεὶ γίνεται “στῆσα δ᾿ ἐν Ἀμνισῷ ποταμῷ” (Od. 19, 188). 538. ἁλίοιο γέροντος] ἄδηλον Πρωτέως ἢ Φόρκυνος, εἰ μὴ διὰ τὸ “κλῦτε, κασίγνηται Νηρηΐδες” (ΙΙ. 18, 52). 539. κερτομίοισι] τοῖς τὸ κέαρ τέμνουσιν, ὅ ἐστι τὴν ψυχὴν, καὶ λυποῦσιν, οἱονεὶ κεαροτομίοις. 540. δολομῆτα] προπερισπαστέον τὸ δολομῆτα ὁμοίως τῷ “σχέτ- λιε ποικιλομῆτα” (Od. 13, 293). καὶ καθόλου τὰ εἰς της λήγοντα βαρύτονα, ὅτε ἐπὶ κλητικῆς εἰς α λήγει, προπερισπᾶται, ἀλῆτα πλανῆτα νικῆτα πεδῆτα αἰσυμνῆτα. ἔνθεν οὖν σημειωτέον τὸ ἀκά- κηα. 541. ἀπὸ νόσφιν ἐόντα] τὸ ἑξῆς ἀπόντα· διὸ οὐκ ἀναστρεπτέον τὴν ἀπό. ἡ δὲ φράσις συνήθης ἀπὸ δοτικῆς εἰς αἰτιατικὴν ἔρχεσθαι· ὡς “σφῶϊν μέντ᾿ ἐπέοικε μετὰ πρώτοισιν ἐόντας” (ΙΙ. 4, 341). 542. κρυπτάδια] ὡς διχθάδια. *δικαζέμεν] τὸ δικαζέμεν ἀντὶ τοῦ πράττειν. τὸ δὲ πω ὀξύνεται διὰ τὴν μοί ἀντωνυμίαν, ἥτις νῦν ἐγκλιτική ἐστιν. δυσχεραίνουσιν αἱ γυναῖκες, εἰ μὴ πάντα ἀνακοινοῦσιν αὐταῖς οἱ ἄνδρες.